Ancient Greek
Ἀττικά, Chapter 23
Pausanias, Ἑλλάδος Περιηγήσεως 23.6
Not analysed yet
ταύταις δὲ οὐκ ἐθέλειν νήσοις προσίσχειν τοὺς ναύτας οἷα πρότερόν τε προσσχόντας καὶ τῶν ἐνοικούντων οὐκ ἀπείρως ἔχοντας, βιασθῆναι δʼ οὖν καὶ τότε. ταύτας καλεῖσθαι μὲν ὑπὸ τῶν ναυτῶν Σατυρίδας, εἶναι δὲ τοὺς ἐνοικοῦντας καπυροὺς καὶ ἵππων οὐ πολὺ μείους ἔχειν ἐπὶ τοῖς ἰσχίοις οὐράς. τούτους, ὡς ᾔσθοντο, καταδραμόντας ἐπὶ τὴν ναῦν φωνὴν μὲν οὐδεμίαν ἱέναι, ταῖς δὲ γυναιξὶν ἐπιχειρεῖν ταῖς ἐν τῇ νηί· τέλος δὲ δείσαντας τοὺς ναύτας βάρβαρον γυναῖκα ἐκβαλεῖν ἐς τὴν νῆσον· ἐς ταύτην οὖν ὑβρίζειν τοὺς Σατύρους οὐ μόνον ᾗ καθέστηκεν, ἀλλὰ καὶ τὸ πᾶν ὁμοίως σῶμα.