Ancient Greek
24.8 to 24.9
Pausanias, Ἑλλάδος Περιηγήσεως 24.8-2-9
Not analysed yet
τῶν δὲ ὀρῶν ἐπὶ μὲν τοῦ Ἰλίου Διονύσου τέ ἐστι καὶ ἐπʼ ἄκρας τῆς κορυφῆς Ἀσκληπιοῦ ναός, πρὸς δὲ τῷ Κνακαδίῳ Κάρνειος καλούμενος Ἀπόλλων. ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐν ὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας. πρὸς θαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστον ἑορτὴν ἄγουσι. ταύτης δὲ ἐν ἀριστερᾷ τῆς ἄκρας ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν Σμῆνος, ὕδωρ πιεῖν ἡδὺ εἴπερ ἄλλος τις παρασχόμενος ποταμός· ἔχει δὲ ἐν τῷ ὄρει τῷ Ταϋγέτῳ τὰς πηγάς, ἀπέχει δὲ τῆς πόλεως σταδίους οὐ πλέον πέντε.