# Ἑλλάδος Περιηγήσεως 25.9-10

Pausanias, Ἑλλάδος Περιηγήσεως, 25.9 to 25.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/25.9

καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν· ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις. βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης· ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο. κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ. ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ †σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει. βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν ὄμβρου σφίσιν ἐνταῦθα θύουσι.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
