Ancient Greek
Ἀττικά, Chapter 28
Pausanias, Ἑλλάδος Περιηγήσεως 28.1
Not analysed yet
Κύλωνα δὲ οὐδὲν ἔχω σαφὲς εἰπεῖν ἐφʼ ὅτῳ χαλκοῦν ἀνέθεσαν τυραννίδα ὅμως βουλεύσαντα· τεκμαίρομαι δὲ τῶνδε ἕνεκα, ὅτι εἶδος κάλλιστος καὶ τὰ ἐς δόξαν ἐγένετο οὐκ ἀφανὴς ἀνελόμενος διαύλου νίκην Ὀλυμπικὴν καί οἱ θυγατέρα ὑπῆρξε γῆμαι Θεαγένους, ὃς Μεγάρων ἐτυράννησε.