Ancient Greek
28.7 to 28.8
Pausanias, Ἑλλάδος Περιηγήσεως 28.7-2-8
Not analysed yet
καί οἱ ποιήσαντες ἡρῷον τιμὰς καὶ ἄλλας δεδώκασι καὶ ἐπὶ τοῖς πεφυκόσιν ἐλαίοις, καὶ εἰ δή τι ἄλλο δένδρον ἔσω, καθέστηκε νόμος τὰ θραυόμενα μηδένα ἐς οἶκον φέρεσθαι μηδὲ χρᾶσθαί σφισιν ἐς μηδέν, κατὰ χώραν δʼ αὐτοῦ λείπουσιν ἱερὰ εἶναι τῆς Ὑρνηθοῦς. οὐ πόρρω δὲ τῆς πόλεως Μελίσσης μνῆμά ἐστιν, ἣ Περιάνδρῳ συνῴκησε τῷ Κυψέλου, καὶ ἕτερον Προκλέους πατρὸς τῆς Μελίσσης. ἐτυράννει δὲ καὶ οὗτος Ἐπιδαυρίων, καθὰ δὴ καὶ ὁ γαμβρός οἱ Περίανδρος Κορίνθου.