# Ἑλλάδος Περιηγήσεως 28.8

Pausanias, Ἑλλάδος Περιηγήσεως, Ἀττικά, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/28.8

ἔστι δὲ Ἀθηναίοις καὶ ἄλλα δικαστήρια οὐκ ἐς τοσοῦτο δόξης ἥκοντα. τὸ μὲν οὖν καλούμενον παράβυστον καὶ τρίγωνον, τὸ μὲν ἐν ἀφανεῖ τῆς πόλεως ὂν καὶ ἐπʼ ἐλαχίστοις συνιόντων ἐς αὐτό, τὸ δὲ ἀπὸ τοῦ σχήματος ἔχει τὰ ὀνόματα· βατραχιοῦν δὲ καὶ φοινικιοῦν ἀπὸ χρωμάτων καὶ ἐς τόδε διαμεμένηκεν ὀνομάζεσθαι. τὸ δὲ μέγιστον καὶ ἐς ὃ πλεῖστοι συνίασιν, ἡλιαίαν καλοῦσιν. ὁπόσα δὲ ἐπὶ τοῖς φονεῦσιν, ἔστιν ἄλλα· καὶ ἐπὶ Παλλαδίῳ καλοῦσι καὶ τοῖς ἀποκτείνασιν ἀκουσίως κρίσις καθέστηκε. καὶ ὅτι μὲν Δημοφῶν πρῶτος ἐνταῦθα ὑπέσχε δίκας, ἀμφισβητοῦσιν οὐδένες·

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
