Ancient Greek
Μεσσηνιακά, Chapter 3
Pausanias, Ἑλλάδος Περιηγήσεως 3.1-4
Not analysed yet
ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχη περὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼν κεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲ Νέστορα τὸν Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσων πρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον.