# Ἑλλάδος Περιηγήσεως 30.10

Pausanias, Ἑλλάδος Περιηγήσεως, Κορινθιακά, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/30.10

Ἡρακλειδῶν γὰρ κατελθόντων ἐδέξαντο καὶ οἱ Τροιζήνιοι συνοίκους Δωριέων τῶν ἐξ Ἄργους καὶ πρότερον ἔτι Ἀργείων ὄντες κατήκοοι· καὶ σφᾶς καὶ Ὅμηρος ἐν καταλόγῳ φησὶν ὑπὸ Διομήδους ἄρχεσθαι. Διομήδης γὰρ καὶ Εὐρύαλος ὁ Μηκιστέως Κυάνιππον τὸν Αἰγιαλέως παῖδα ὄντα ἐπιτροπεύοντες Ἀργείων ἡγήσαντο ἐς Τροίαν. Σθένελος δέ, ὡς ἐδήλωσα ἐν τοῖς πρότερον, οἰκίας τε ἦν ἐπιφανεστέρας, τῶν Ἀναξαγοριδῶν καλουμένων, καὶ ἡ βασιλεία τούτῳ μάλιστα ἦν ἡ Ἀργείων προσήκουσα. τοσαῦτα Τροιζηνίοις ἐχόμενα ἱστορίας ἦν, παρὲξ ἢ ὅσαι πόλεις παρʼ αὐτῶν φασιν ἀποικισθῆναι· κατασκευὴν δὲ ἱερῶν καὶ ὅσα ἄλλα ἐς ἐπίδειξιν, τὸ ἐντεῦθεν ἐπέξειμι.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
