Ancient Greek
Ἀττικά, Chapter 31
Pausanias, Ἑλλάδος Περιηγήσεως 31.6
Not analysed yet
ἔστι δὲ Ἀχαρναὶ δῆμος· οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα. καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας· τὴν δʼ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες.