# Ἑλλάδος Περιηγήσεως 31.6-2

Pausanias, Ἑλλάδος Περιηγήσεως, Κορινθιακά, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/31.6-2

τὸ δὲ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Θεαρίου κατασκευάσαι μὲν Πιτθέα ἔφασαν, ἔστι δὲ ὧν οἶδα παλαιότατον. ἀρχαῖος μὲν οὖν καὶ Φωκαεῦσι τοῖς ἐν Ἰωνίᾳ ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἅρπαγός ποτε ὁ Μῆδος ἐνέπρησεν, ἀρχαῖος δὲ καὶ Σαμίοις Ἀπόλλωνος Πυθίου· πλὴν πολύ γε ὕστερον τοῦ παρὰ Τροιζηνίοις ἐποιήθησαν. ἄγαλμα δέ ἐστι τὸ ἐφʼ ἡμῶν ἀνάθημα Αὐλίσκου, τέχνη δὲ Ἕρμωνος Τροιζηνίου· τοῦ δὲ Ἕρμωνος τούτου καὶ τὰ τῶν Διοσκούρων ξόανά ἐστι.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
