# Ἑλλάδος Περιηγήσεως 33.2-2

Pausanias, Ἑλλάδος Περιηγήσεως, Κορινθιακά, Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/33.2-2

Καλαύρειαν δὲ Ἀπόλλωνος ἱερὰν τὸ ἀρχαῖον εἶναι λέγουσιν, ὅτε περ ἦσαν καὶ οἱ Δελφοὶ Ποσειδῶνος· λέγεται δὲ καὶ τοῦτο, ἀντιδοῦναι τὰ χωρία σφᾶς ἀλλήλοις. φασὶ δὲ ἔτι καὶ λόγιον μνημονεύουσιν· ἶσόν τοι Δῆλόν τε Καλαύρειάν τε νέμεσθαι Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεσσαν. Unknown ἔστι δʼ οὖν Ποσειδῶνος ἱερὸν ἐνταῦθα ἅγιον, ἱερᾶται δὲ αὐτῷ παρθένος, ἔστʼ ἂν ἐς ὥραν προέλθῃ γάμου.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
