Ancient Greek
Κορινθιακά, Chapter 35
Pausanias, Ἑλλάδος Περιηγήσεως 35.2-2
Not analysed yet
καὶ ἐπʼ αὐτοῦ θύουσιν Ἑστίᾳ. Ἀπόλλωνος δέ εἰσι ναοὶ τρεῖς καὶ ἀγάλματα τρία· καὶ τῷ μὲν οὐκ ἔστιν ἐπίκλησις, τὸν δὲ Πυθαέα ὀνομάζουσι, καὶ Ὅριον τὸν τρίτον. τὸ μὲν δὴ τοῦ Πυθαέως ὄνομα μεμαθήκασι παρὰ Ἀργείων· τούτοις γὰρ Ἑλλήνων πρώτοις ἀφικέσθαι Τελέσιλλά φησι τὸν Πυθαέα ἐς τὴν χώραν Ἀπόλλωνος παῖδα ὄντα· τὸν δὲ Ὅριον ἐφʼ ὅτῳ καλοῦσιν, σαφῶς μὲν οὐκ ἂν ἔχοιμι εἰπεῖν, τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι.