Ancient Greek
Ἀττικά, Chapter 37
Pausanias, Ἑλλάδος Περιηγήσεως 37.2
Not analysed yet
ταύτῃ μὲν τύχην τοιαύτην συμβῆναι λέγουσι· προελθοῦσι δὲ ὀλίγον Λακίου τέμενός ἐστιν ἥρωος καὶ δῆμος ὃν Λακιάδας ὀνομάζουσιν ἀπὸ τούτου, καὶ Νικοκλέους Ταραντίνου ἐστὶ μνῆμα, ὃς ἐπὶ μέγιστον δόξης κιθαρῳδῶν ἁπάντων ἦλθεν. ἔστι δὲ καὶ Ζεφύρου τε βωμὸς καὶ Δήμητρος ἱερὸν καὶ τῆς παιδός· σὺν δέ σφισιν Ἀθηνᾶ καὶ Ποσειδῶν ἔχουσι τιμάς. ἐν τούτῳ τῷ χωρίῳ Φύταλόν φασιν οἴκῳ Δήμητρα δέξασθαι, καὶ τὴν θεὸν ἀντὶ τούτων δοῦναί οἱ τὸ φυτὸν τῆς συκῆς· μαρτυρεῖ δέ μοι τῷ λόγῳ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῷ Φυτάλου τάφῳ· ἐνθάδʼ ἄναξ ἥρως Φύταλός ποτε δέξατο σεμνὴν Δήμητραν, ὅτε πρῶτον ὀπώρας καρπὸν ἔφηνεν, ἣν ἱερὰν συκῆν θνητῶν γένος ἐξονομάζει· ἐξ οὗ δὴ τιμὰς Φυτάλου γένος ἔσχεν ἀγήρως.