# Ἑλλάδος Περιηγήσεως 42.6

Pausanias, Ἑλλάδος Περιηγήσεως, Ἀττικά, Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/42.6

ἔστι δὲ καὶ Δήμητρος ἱερὸν Θεσμοφόρου. κατιοῦσι δὲ ἐντεῦθεν Καλλιπόλιδος μνῆμά ἐστιν Ἀλκάθου παιδός. ἐγένετο δὲ καὶ ἄλλος Ἀλκάθῳ πρεσβύτερος υἱὸς Ἰσχέπολις, ὃν ἀπέστειλεν ὁ πατὴρ Μελεάγρῳ τὸ ἐν Αἰτωλίᾳ θηρίον συνεξαιρήσοντα. ἀποθανόντος δὲ ἐνταῦθα πρῶτος τεθνεῶτα ἐπύθετο ὁ Καλλίπολις, ἀναδραμὼν δὲ ἐς τὴν ἀκρόπολιν— τηνικαῦτα δὲ ὁ πατήρ οἱ τῷ Ἀπόλλωνι ἐνέκαεν— ἀπορρίπτει τὰ ξύλα ἀπὸ τοῦ βωμοῦ· Ἀλκάθους δὲ ἀνήκοος ὢν ἔτι τῆς Ἰσχεπόλιδος τελευτῆς κατεδίκαζεν οὐ ποιεῖν ὅσια τὸν Καλλίπολιν καὶ εὐθέως ὡς εἶχεν ὀργῆς ἀπέκτεινε παίσας ἐς τὴν κεφαλὴν τῶν ἀπορριφέντων ἀπὸ τοῦ βωμοῦ ξύλῳ.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
