Ancient Greek
Κορινθιακά, Chapter 6
Pausanias, Ἑλλάδος Περιηγήσεως 6.3-2
Not analysed yet
Ἐπωπεὺς δὲ τὸ μὲν παραυτίκα ἐπινίκια ἔθυε καὶ Ἀθηνᾶς ᾠκοδόμει ναόν, ἐπʼ ἐξειργασμένῳ δὲ εὔξατο ἐνδείξασθαι τὴν θεὸν εἴ οἱ τετελεσμένος ἐστὶν ὁ ναὸς κατὰ γνώμην· μετὰ δὲ τὴν εὐχὴν ἔλαιον λέγουσι ῥυῆναι πρὸ τοῦ ναοῦ. ὕστερον δὲ καὶ Ἐπωπέα κατέλαβεν ἀποθανεῖν ὑπὸ τοῦ τραύματος ἀμεληθέντος κατʼ ἀρχάς, ὡς μηδὲν ἔτι Λύκῳ δεῆσαι πολέμου· Λαμέδων γὰρ ὁ Κορώνου βασιλεύσας μετὰ Ἐπωπέα ἐξέδωκεν Ἀντιόπην. ἡ δὲ ὡς ἐς Θήβας ἤγετο τὴν ἐπʼ Ἐλευθερῶν, ἐνταῦθα καθʼ ὁδὸν τίκτει.