Ancient Greek
Κορινθιακά, Chapter 9
Pausanias, Ἑλλάδος Περιηγήσεως 9.8-2
Not analysed yet
τούτου δέ εἰσιν εἰκόνες ἐφεξῆς χαλκαῖ· τὰς Προίτου θυγατέρας λέγουσιν εἶναι σφᾶς, τὸ δὲ ἐπίγραμμα ἐς γυναῖκας ἄλλας εἶχεν. ἐνταῦθα Ἡρακλῆς χαλκοῦς ἐστι· Λύσιππος ἐποίησεν αὐτὸν Σικυώνιος, καὶ πλησίον Ἑρμῆς ἕστηκεν Ἀγοραῖος.