# Ἑλλάδος Περιηγήσεως 9.9-2-10

Pausanias, Ἑλλάδος Περιηγήσεως, 9.9 to 9.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/9.9-2

τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίων ὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖον προσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα. ἢν δὲ ὁ ἀνὴρ οὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος· πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τε χρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸ Ἀριστοδήμου πεποιημένα. λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν· ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστος ἔσπευδε. καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσι καὶ ἀπʼ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται·

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
