# Fragmenta 155.1

Persaeus, Fragmenta, 155.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta/155.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/persaeus/fragmenta/155.1

452 Athenaeus IV 162b (Cynulcus cynicus cum alios libros pro- bare dicitur, tum:) Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους, συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, [καὶ] πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηρίκα τε εἰσακτέον τοὺς ὥραιους καὶ τὰς ὥρας εἰς τὸ συμπόσιον καὶ πότε αὐτοὺς προσδεκτέον ὡραϊζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοφημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων, ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ σωφρονικὸς φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων, πιστευθείς, ὡς φησιν Ἕρμιππος, ὑπ’ Ἀντιγόνου τοῦ Ἀρχοκόρινθον, καθανισόμενος ἐξέπεσεν καὶ αὐτὴς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος, ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης, θεασάμενος αὐτοῦ χαλκὴν εἰκόνα, ἐφ’ ἧς ἐπεγέγραπτο „Περσαίων Ζήνωνος Κιτιᾶ“ πεπλανηθῆναι τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν „Περσαίων Ζήνωνος οἰκετιᾶ.“ ἦν γὰρ ὄντως οἰκέτης γενοὺς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεύς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηγτήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιούτων ἔχουσι τὸ ἐπίγραμμα „Συμποτικῶν Διαλόγων.“

---

Persaeus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002706.
