# Fragmenta 345.1

Phaenias, Fragmenta, 345.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phaenias/fragmenta/345.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/phaenias/fragmenta/345.1

ἐγένετο, ἀλλ’ οὐδ’ ὕστερον. Αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρα μὲν γὰρ τῷ Ἀθηναίῳ, τῷ προσκυνήσαντι βασιλέα, καὶ μάλιστα τιμηθέντι, τοῦτο οὐχ ὑπέῤῥε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδα δὲ τοῦ Λάκωνι τὸν αὐτοῦ στέφανον εἰς μύρον βάψας ἐπεμψε. Τῷ δ’ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει, καὶ ἐπὶ τὸ συγγενικὸν ἀρίστον ἔκαλει. Ἐφ’ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον, ὡς τῆς τε τιμῆς δημευομένης, καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. Ἐπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα, καὶ στρωμνὴν, καὶ σκηνὴν οὐρανόφορον ἀνθίνην, καὶ θρόνον ἀργυροῦν, καὶ ἐπίχρυσον σκιάδιον, καὶ φιάλας λιθοκολλήτους χρυσὰς, καὶ ἀργυρὰς δὲ μεγάλας ἑκατόν, καὶ κρατῆρας ἀργυροῦς, καὶ παιδίσκας ἑκατόν, καὶ παῖδας ἑκατόν, χρυσοὺς τε ἐξασχιλίους, χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ’ ἡμέραν διδομένων.

---

Phaenias, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002709.
