# Epistulae 1-101

Phalaridis Epistulae, Epistulae, ρα′. Κλεοβούλῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/1-101

Οὐ πείθονταί σοι Καμαριναῖοι τὸν πρὸς ἐμὲ πόλεμον ἐξενεγκεῖν σφόδρα πολλὰ ἑκάστης ἐκκλησίας πείθοντι· καλῶς γὰρ ἴσασι πόλεμον ἔργοις οὐ λόγοις δημηγόρων κατορθούμενον. ὥστε, εἰ βούλει πολεμεῖν αὐτούς, τὰ ἀποτελέσματα δεῖξον τῇ γνώμῃ συνοίσοντα. ἂν μέντοι μηδ’ οὕτως ὑπακούσωσι, μεταβαλλόμενος τἀναντία παραίνει, καὶ τάχ’ ἂν τούτῳ περιγένοιο τῷ τρόπῳ ὧν βεβούλησαι. δυοῖν γὰρ θάτερον ἐν τῷ παρόντι, ἢ τὴν γνώμην ἀσύμφορον ἢ τὸν συμβουλεύοντα οὐδενὸς ἄξιον ἡγοῦνται. ἐγὼ μὲν γὰρ οἴομαι ἑκάτερα. εὖ μέντοι ἴσθι καὶ τόδε, ὡς οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς ἀδικίας, ἀλλὰ ἔργοις, ὧν οἱ πειραθέντες οὐκ εἰσαῦθις ἐπεβούλευσαν. ταῦτ’ εἰδότες Καμαριναῖοι οὐ βούλονται πεῖραν λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
