# Epistulae 1-105

Phalaridis Epistulae, Epistulae, ρε′. Νικαινέτῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/1-105

Τὸ πολλάκις ἴσως ἡμᾶς ἐπεσταλκέναι τῷ σῷ πατρὶ παῦσαί σε τῆς ἀφροσύνης ἐπῆρκεν, ὡς οὐκ ἄν, εἰ μὴ ἐδεδοίκειμεν τὴν ἔχθραν, ἀποτρέπειν παρεκελευόμεθα. ἐγὼ δὲ περὶ μὲν τούτου τὸ μὴ οὕτως ἔχειν οὐδὲ γράφειν ἀξιῶ, πυνθανόμενος δ’ ἐπιεικῆ τὸν γέροντα εἶναι καὶ μηδὲ ἑτέρους αὐτῷ γεγονέναι παῖδας, ἐκεῖνον μὲν ἐλεῶν, σοῦ δὲ παρ’ ἡλικίαν θρασυνομένου φειδόμενος, ἕως τοῦ παρόντος ἀνέσχηκα. σὺ δ’ οὔτε πατέρα πρεσβύτην οἰκτείρεις ἐφ’ ἑνὶ κινδυνεύοντα παιδί, οὔτε σεαυτοῦ φροντίζεις, ἐπιμένεις δὲ τῇ προπετείᾳ, πρῶτον μὲν τάχα, παρ’ ὅσον οὐδὲν ὑφ’ ἡμῶν πέπονθας, εἶτ’ οἰόμενος ἐξεῖναί σοι, ὁπόταν βούλῃ, πεπαῦσθαι. τοῦτο δ’ οὐδὲ τοῖς πολὺ σοῦ δυνατωτέροις ἐνεγένετο. ἕως οὖν σοι παρὸν ἑκατέρων ἑλέσθαι τὸ λυσιτελέστερον, μὴ μιμοῦ Τίμανδρον, ἐχθρῷ δὲ μᾶλλον ὠφελίμῳ ἢ λίαν ἐπιζημίῳ συμβούλῳ χρῆσαι.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
