# Epistulae 1-132

Phalaridis Epistulae, Epistulae, ρλβ′. Ἀγησιλάῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/1-132

Ἡ Τελεσίππη χαλεπῶς ἔοικέ σου φέρειν τὴν ἐν Συρακούσαις μονήν, εἰς τοσοῦτον δὲ παρέχουσα φιλάνδρου καὶ σώφρονος ἔργον γυναικὸς ἐμαρτύρατο ἡμᾶς ὡς κατὰ σοῦ τὴν ἀρχὴν πικρὰν ἔχοντας, οὐκ ἀνέξεσθαι φάσκουσα ἐπὶ πλέον σε ἀπόντα, ἀλλ’ ἐπιβοησαμένη τὸν ἑαυτῆς πατέρα, γινώσκεις ἴσως, ὃ βούλεται πράττειν. ἀλλ’ εὖ ἴσθι, καὶ ποιήσειεν ἄν· οὐ γὰρ οἵα τέ ἐστι περιορᾶν ἑαυτῆς τὸν ἄνδρα νενοσφισμένον. κἀκείνη μὲν ἐμὲ ἠξίου δύνασθαι ἐπανήκειν σε ἀναγκάσας, ἐγὼ δ’ ἐκείνην· οὐ γὰρ οὕτως οἴομαί σε Φάλαριν αἰδεῖσθαι ὡς Τελεσίππην. ἐπάνηκε οὖν καὶ τοῖς ποθοῦσιν ἀποδίδου σαυτόν, εἴθ’ ἡμᾶς αἰσχύνῃ μᾶλλον, εἴτ’ ἐκείνην, ἀξίαν οὖσαν νὴ τοὺς θεοὺς ἀγαπᾶσθαι πλέον.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
