# Epistulae 2-21

Phalaridis Epistulae, Epistulae, ρκβ′. Ἀθηναίοις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/2-21

(2) ἐνεβιβάσαμεν οὖν αὐτὸν καὶ τὸ πῦρ ἥψαμεν ὡς αὐτὸς ὑπέθετο, πιμπράμενος δὲ τῆς ἐπιστήμης ἀληθεῖς οὔσας τὰς ἀποδείξεις ἔδωκεν· οὔτε γὰρ εἴδομεν τίς ὁ τιμωρούμενος, οὔτε ἠκούσαμεν γόων οὐδ’ ὀλοφυρμῶν· τὰς γὰρ ἔνδοθεν ἐμβοωμένας ὀλοφύρσεις ὁ χαλκὸς εἰς τοὺς ἀκουσομένους κολαστὰς ἐξεμυκᾶτο. ὑμᾶς δέ, ὦ Ἀθηναῖοι, πυνθανόμενος ἄχθεσθαι περὶ τῆς ἀναιρέσεως τοῦ δημιουργοῦ καὶ δι’ ὀργῆς ἔχειν ἡμᾶς ἐθαύμαζον καὶ τέως ἀπιστῶ. εἰ μὲν γάρ, ὅτι μὴ χαλεπωτέρῳ ὀλέθρῳ ᾐκισάμεθα αὐτόν, μέμφεσθε, ἀπολογοῦμαι πρὸς ὑμᾶς τὸ μὴ δυσποτμώτερον ἐπινοῆσαι μόρον· εἰ δ’ αὖ διὰ τὸ ὁπωσοῦν τετιμωρῆσθαι, κινδυνεύετε πανδημεὶ οἱ ἐπὶ χρηστότητι ὑπεραυχοῦντες πικροτάτην ὀφλῆσαι ὠμότητα. ἢ γὰρ ἑνὸς ἀνδρὸς τοὔργον ἢ ἁπάσης ὑμῶν τῆς πόλεως εἶναι ἀνάγκη· τοῦτο δὲ διαγινώσκεται μόνῃ τῇ ὑμετέρᾳ πρός με διαθέσει.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
