# Epistulae 2-26

Phalaridis Epistulae, Epistulae, ρμα′. Ἀγεμόρτῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/2-26

(2) καὶ τοῖς μὲν ἄλλοις ἴσως εἰσί τινες ἀποφυγαὶ τοῦ μὴ δοκεῖν ἀναφανδὸν βδελύττεσθαί μου τὰς δωρεάς, ὅσους ἐλθεῖν γε κατ’ ἀρχὰς ὡς ἐμὲ τοὺς μὲν νόσοι, τοὺς δὲ πατέρες, πολλοὺς δὲ κωλύει τὰ πολιτικά· σὲ δ’ ἐγὼ εὖ εἰδὼς οὐδ’ ἐπεχείρησά πω καλέσαι μέλλων γε μὴ τυγχάνειν, οὐδὲ καλέσαιμ’ ἂν ἔτι τὰ μάλιστα νῦν τήν τε ἀρρωστίαν ἀκούων σου καὶ τοὺς παῖδας, οὓς μετὰ τὸν ἔκπλουν τὸν ἡμέτερον οἴκοθεν ἐπυθόμην ἐκ Πραΰ- λης σοι γεγενῆσθαι. καὶ συνήσθην γε νὴ Δία τοῦ πρὸς πλεῖστον ἀνακείσεσθαι κήδους ἕνεκα καὶ τῆς πολυπαιδίας. τίς οὖν ἀπολείπεταί σοι πρόφασις τοῦ μὴ οὐ δεδιέναι σε δοκεῖν, ὅστις, ὦ θεοί, πέμψαντος ἔναγχος ἐμοῦ σοι οὐ μὰ Δία φόρτον ἐπίφθονον, οἷον ἔμελλεν ὄψεσθαι παραπεμπόμενον μετ’ αὐλῶν καὶ παιάνων πᾶσα ἡ πόλις, ἀλλὰ χρυσίδιον, καὶ τοῦτο νύκτωρ ἀωρὶ παντάπασιν, ὥσπερ τι ἄγος ἢ μίασμα ἰδὼν ἀπότροπον, αὐτόθεν ἀπεστράφης; ἀλλ’ εἰκός· κακοῦ γὰρ ἀνδρὸς ἦν δῶρα καὶ πεφυρμένου φόνῳ ἀνθρώπων.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
