# Epistulae 3-15

Phalaridis Epistulae, Epistulae, ρμζ′. Τῷ αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/3-15

(3) λεγέτωσάν με μιαιφόνον, ἄθεον, ἐναγῆ, τύραννον, πολλοῖς πεφυρμένον καὶ ἀνηκέστοις μιάσμασι, καὶ τούτων ἂν δεινότερόν τι εἰπεῖν καθ’ ἡμῶν ἔχωσι, μὴ φειδέσθωσαν. ἐπαινοῦντες γάρ με διαβάλλειν ἐοίκασι πρὸς τοὺς χρηστοὺς οἱ πονηρότατοι, ὧν οἳ μὲν ἐπυρώθησαν ὑφ’ ἡμῶν ἔμφρουροι τῷ ταύρῳ, οἳ δ’ ἀνεσκολοπίσθησαν, ἔνθα ἔμελλον ἐμπρόσωποι ἔσεσθαι τοῖς λοιποῖς μηδὲν καθ’ ἡμῶν τεκταίνειν κακόν, ἄλλοι δ’ ὄψεις ἐξῃρέθησαν, τινὲς δʼ ἄκρα περιεκόπησαν καὶ κατὰ τροχῶν ἐλυγίσθησαν, καὶ κεφαλὰς ἄλλοι περιεσκυθίσθησαν, οἳ δὲ ὡς ἔτυχον ἀδικίας προάρξαντες ὀλέθρον πικροῦ κατὰ δίκην ἐνεφορήσαντο. δι’ οὓς ὁμολογοῦμεν ἀνασταθῆναι τύραννοι, καὶ οὐκ ἀρνησόμεθα κατὰ πονηρῶν μοναρχίας ὀρεχθῆναι, οὐδὲ παυσόμεθά ποτε τῆς ὠμότητος καὶ ἀπανθρωπίας, πρὸς δὲ τοὺς χρηστοὺς ὅμοιοί γ’ ἐσμὲν ἄρχοντες, οἷοί περ ἐγενόμεθα πρὶν ἄρξαι.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
