# Epistulae 3-7

Phalaridis Epistulae, Epistulae, ργ′. Τοῖς Στησιχόρου παισίν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phalaridis-epistulae/epistulae/3-7

(3) εὖ γὰρ ἴστε, ὦ παῖδες, οὐ γὰρ ὑφ’ ἡμῖν γενόμενος ἐχθροῖς οὖσιν ἔδεισεν, οὐδὲ ὡς δεινόν τι πείσεσθαι μέλλων ἐπεκλάσθη. πολὺ δὲ γενναιότερος αἰχμάλωτος ἡμῖν ἦν ἢ ἀντίπαλος. ἡττήθη γοῦν τὰ πικρὰ τῆς τυραννίδος ὑπὸ σοφίας, οὐδ’ ὁτιοῦν ἔχοντός μου δρᾶσαι κατ’ αὐτοῦ δεινόν· ὃ γὰρ ἔδρων, ἐχαριζόμην. ἐγὼ δὲ μυρίοις πόνοις προθυμηθεὶς ἑλεῖν, ἀφ’ οὗ περιεγενόμην αὐτοῦ, οὐδὲν ἔσχον ἕτερον αἱρεθεὶς ὑπὸ τούτου μᾶλλον ἢ χάριν εἰδέναι, κἂν εὐεργεσίας παρ’ ἡμῶν ἐθελήσῃ λαμβάνειν. ἐφ’ ᾧ οὐδ’ ὀφείλεσθαι χάριν ἐμαυτῷ νομίζω, περιποιησάμενος εἰς δώδεκα μάλιστα αὐτὸν ἔτη (τοσαῦτα γάρ ἐστιν ἃ προσβεβίωκεν), ἐγὼ δὲ ὀφείλειν, ὅτι καὶ τὰ ἄλλα προσεπέρρωσεν ἡμᾶς καὶ θανάτου καταφρονῆσαι μόνος ἀνθρώπων ἔπεισεν.

---

Phalaridis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0053.tlg001.local001/.
