# Testimonia Et Fragmenta 1.253.2

Phaleas Et Hippodamus, Testimonia Et Fragmenta, 1.253.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phaleas-et-hippodamus/testimonia-et-fragmenta/1.253.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/phaleas-et-hippodamus/testimonia-et-fragmenta/1.253.2

1267ᵇ 20 περὶ μὲν οὖν τῆς Φαλέου πολιτείας σχεδὸν ἐκ τούτων ἂν τις θεωρήσειεν, εἰ τι τυγχάνει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς. 8. 1267ᵇ 22 1 Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαιρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γεγόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε τλήσει καὶ κόσμῳ πολιτελεῖ, ἐπὶ δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐχ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινούς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος) πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχειρήσά τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης. κατεσκεύαζε δὲ τὴν πόλιν τῷι πλήθει μὲν μυριάριθμον, εἰς τρία δὲ μέρη διηρημένην· ἐποιεῖ γὰρ ἐν μὲν μέρος τεχνίτας, ἐν δὲ γεωργούς, τρίτον δὲ τὸ προπολεμοῦν καὶ τὰ ὅπλα ἔχον. διήρει δ’ εἰς τρία μέρη τὴν χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δ’ ἰδίαν· οὐδὲν μὲν τὰ νομιζόμενα ποιήσουσι πρὸς τοὺς θεοὺς ἱερὰν, ἀφ’ ὧν δ’ οἱ προπολεμοῦντες βιωσονται κοινὴν, τὴν δὲ τῶν γεωργῶν ἰδίαν. ὥμετο δ’ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον· περὶ ὧν γὰρ αἱ δικαι γίνονται, τρία τούτ’ εἶναι τὸν ἀριθμόν, ὑβριν βλάβην θάνατον. ἐνομοθέτει 3 δὲ καὶ δικαστήριον ἐν τῷ κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεχρῆσθαι δοκοῦσας δίκας. τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γερόντων αἱρετῶν. τὰς δὲ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ ψηφοφορίας ὥμετο γίνεσθαι δεῖν, ἀλλὰ φέρειν ἕκαστον πινάκιον, ἐν ᾧ γράφειν, εἰ καταδικάζοι ἀπλῶς, τὴν δίκην, εἰ δ’ ἀπολύοι ἀπλῶς, κενόν [nämli. φέρειν], εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν. νῦν γὰρ οὐχ ὥμετο νενομοθετῆσθαι καλῶς· ἀναγκαῖον γὰρ ἐπισηκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας. ἐπὶ δὲ νόμον ἐτίθει περὶ τῶν ἐνδισχόντων τι τῇ πόλει συμφέρον ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τελευτῶντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὐπω τοῦτο παρ’

---

Phaleas Et Hippodamus, Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002712.
