# Testimonia Et Fragmenta 2.243.2

Phaleas Et Hippodamus, Testimonia Et Fragmenta, 2.243.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phaleas-et-hippodamus/testimonia-et-fragmenta/2.243.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/phaleas-et-hippodamus/testimonia-et-fragmenta/2.243.2

1267ᵇ22 Ἰππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος ὅς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὔρε καὶ τὸν Πειραιᾶ κατέτεμεν. γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμωι πολυτελεῖ. ἐτὶ δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐκ ἐν τῷι χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινούς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης. (2) κατεσκεύαζε δὲ τὴν πόλιν τῷι πλήθει μὲν μυριάνδρον, εἰς τρία δὲ μέρη διηρημένην· ἐποίει γὰρ ἐν μὲν μέρος τεχνίτας, ἐν δὲ γεωργούς, τρίτον δὲ τὸ προπολεμοῦν καὶ τὰ ὅπλα ἔχον. διήρει δ’ εἰς τρία μέρη τὴν χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δ’ ἰδίαν· ὧθεν μὲν τὰ νομιζόμενα ποιήσονται πρὸς τοὺς θεοὺς ἱερὰν, ἀφ’ ὧν δ’ οἱ προπολεμοῦντες βιώσονται κοινήν, τὴν δὲ τῶν γεωργῶν ἰδίαν. ὥστε δ’ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον· περὶ ὧν γὰρ αἱ δίκαι γίνονται, τρία ταῦτ’ εἶναι τὸν ἀριθμόν, ὕβριν βλάβην θάνατον. (3) ἐνομοθετεῖ δὲ καὶ δικαστήριον ἐν τῷ κύριον, εἰς ὃ πᾶσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρίσθαι δοκοῦσας δίκας. τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γερόντων αἱρετῶν. τὰς δὸ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ ψηφοφορίας ἦστο γίνεσθαι δεῖν. ἀλλὰ φέρειν ἕκαστον πινάκιον, ἐν ᾧι γράφειν, εἰ καταδικάζοι ἀπλῶς τὴν δίκην, εἰ δ’ ἀπολύοι ἀπλῶς, κενόν [πᾶπ]. φέρειν], εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν. νῦν γὰρ οὐκ ἦστο νενομοθετηθῆναι καλῶς· ἀναγκάζειν γὰρ ἐπιρκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας. (4) ἐτὶ δὲ νόμον ἐτίθει περὶ τῶν εὐρισκόντων τι τῇι πόλει συμφέρον ὥπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷι πολέμωι τελευτῶντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὕτω τοῦτο παρ’ ἄλλοις νενομοθετημένου· ἐστὶ δὲ καὶ ἐν Ἀθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων. τοὺς δ’ ἄρχοντας ὑπὸ τοῦ δήμου αἱρετοὺς εἶναι πάντας· δήμον δ’ ἐποίει τὰ τρία μέρη τῆς πόλεως· τοὺς δ’ αἱρεθέντας ἐπιμελείσθαι κοινῶν καὶ ξενικῶν καὶ ὀργανικῶν. 5 τὰ μὲν οὖν πλεῖστα καὶ τὰ μάλιστα ἀξιόλογα τῆς Ἰπποδάμου τάξεως ταῦτ’ ἐστίν. [Daraus gefälscht bei Stob. fl. 43,92 Ἰπποδάμου Πυθαγορείου ἐκ τοῦ Περί πολιτείας. φασὶ δ’ ἐγὼν ἐς μοῖρας τρεῖς διεστάθαι τὰν σύμπασαν πολιτείαν κτλ. u. Anderes. S. auch Suid. s. v. Θεανύ.]

---

Phaleas Et Hippodamus, Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002712.
