# Fragmenta 13

Phanodemus, Fragmenta, Dfhg-Source dfhg1_PHANODEMUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phanodemus/fragmenta/13

Τὴν δὲ τῶν Χοῶν ἑορτὴν, τὴν Ἀθήνησιν ἐπιτελουμένην, Φανόδημός φησι Δημοφῶντα τὸν βασιλέα βουλόμενον ὑποδέξασθαι παραγενόμενον τὸν Ὀρέστην Ἀθήναζε· πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι, οὐδ ̓ ὁμόσπονδον γενέσθαι, μήπω δικασθέντα, ἐκέλευσε συγκλεισθῆναι τά τε ἱερά, καὶ χόα οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. Παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν στεφάνους, οἷς ἐστεφανοῦντο, πρὸς τὰ ἱερὰ μὴ τιθέναι, διὰ τὸ ὁμωρόφους γενέσθαι τῷ Ὀρέστῃ, περὶ δὲ τὸν χόα τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι, καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα· καὶ ἔκτοτε τὴν ἑορτὴν κληθῆναι χόας.

---

PHANODEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1583.tlg003.local002/.
