# Fragmenta 18-26

Phanodemus, Fragmenta, 18 to 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phanodemus/fragmenta/18

Τελευτῶν τοὺς περὶ αὑτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν, ἀποκρυψαμένους τὸν θάνατον αὐτοῦ. Καὶ συνέβη, μήτε τῶν πολεμίων, μήτε τῶν συμμάχων αἰσθομένων, ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆναι, στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανόδημος, τεθνηκότος ἐφ ̓ ἡμέρας τριάκοντα. Διοπείθης δὲ ὁ Λοκρὸς, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας, καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος, καὶ ταύτας ἀποθλίβων, ἀνιμᾷν ἔλεγεν ἐκ τοῦ στόματος. Ἡρπάσθαι δὲ αὐτήν φασιν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς ἐκ τῶν περὶ τὸν ὠκεανὸν τόπων, Φανόδημος δὲ ἀπὸ τῆς Ἀττικῆς, Δημάδης δὲ ἐν νάπαις. Φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει. Χαλκεῖα, Ὑπερίδης ἐν τῷ κατὰ Δημέου ξενίας. Τὰ Χαλκεῖα ἐορτὴ παρ ̓ Ἀθηναίοις ἀγομένη Πυανεψιῶνος ἔνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν, ἀλλὰ Ἡφαίστῳ. Γαλεοὶ, μάντεις· οὗτοι κατὰ τὴν Σικελίαν ᾤκησαν, καὶ γένος τὶ, ὥς φησι Φανόδημος καὶ Ῥίνθων Ταραντῖνοι. ... Φανόδημος (φησὶ) ρὰς κριθὰς προσαγορεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. Ἀχάνας τινὲς μὲν Περσικὰ μέτρα, Φανόδημος δὲ κίστας, εἰς ἃς κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας ἰόντες, οἱ εἰς θεοὺς στελλόμενοι (codex τιλλόμενοι). Ἑκάτης νῆσος, Λυκοῦργος κατὰ Μενεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ ̓ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν πρώτῃ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σημὸς ἐν τῇ πρώτῃ, διὰ τὸ τοῖς Ψαμμήτοις τιμᾶσθαι τὴν θεόν. Ψάμμητα δ ̓ ἐστὶ ψαιστῶν τις ἰδέα.

---

PHANODEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1583.tlg003.local002/.
