# Fragmenta 3a-7

Phanodemus, Fragmenta, 3a to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phanodemus/fragmenta/3a

Quod autem Aegeus, Pandionis filius, patri in regno successerit, ita scriptum est a Phanodemo in libro quinto Rerum Atticarum: Αἰγεὺς ὁ Πανδίονος υἱὸς βασιλεύων Ἀθηνῶν γαμεῖ Μήταν πρώτον τὴν Ὁπλῆτος, δεύτερον Χαλκιόπην Ῥηξήνορος. ... Φανόδημος δὲ ἐν ἕκτῳ φησὶν, ὅτι μόνοι οἱ Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. Αἰγύπτιοι τὸν ὑποξίζοντα ἄρτον κυλλάστιν καλοῦσι. Μνημονεύει δ ̓ αὐτοῦ Ἀριστοφάνης ἐν Δαναίσι ... μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ ὁ Φανόδημος ἐν ἑβδόμῃ Ἀτθίδος. Λεωκόρειον, Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. Τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐννάτῳ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ. Τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαϊτῶν ἱστοροῦσι γενέσθαι.

---

PHANODEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1583.tlg003.local002/.
