# Fragmenta 9-12

Phanodemus, Fragmenta, 9 to 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phanodemus/fragmenta/9

Ἀδμήτου λόγον, ὦ ταῖρε, μαθὼν, τοὺς ἀγαθοὺς φίλει· quod pluribus explicans inter alia hoc tradit: Αἰτὸς δὲ (ὁ Ἀρτεμίδωρος) φησὶ, Φαινόδημον λέγειν, ὅτι φυγὰς ἐκ Φερῶν Ἄδμητος ἦλθε πρὸς Θησέα, τὸν Ἀλκήστιδος καὶ Ἱππάσου νεώτατον παῖδα, καὶ κατῳκίσθη παρ ̓ αὐτοῦ ἐν τῆ αὐτοῦ χώρᾳ, εἰς ὃν τὸ σκόλιον. Ταυροπόλον, τὴν, τὴν Ἄρτεμιν· ... οἱ δὲ λέγουσιν, ὅτι τῶν Ἑλλήνων βουλομένων ἀνελεῖν τὴν Ἰφιγένειαν ἐν Αὐλίδι, ἡ Ἄρτεμις ἀντέδωκεν ἔλαφον· κατὰ δὲ Φανόδημον, ἄρκτον. Ἡ δὲ Ἄρτεμις αὐτὴν (τὴν Ἰφιγένειαν) ἐλεήσασα, κατὰ Φανόδημον τὸν ἱστορικὸν, εἰς ἄρκτον μετέβαλε. Ἐπὶ Παλλαδίῳ, δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ Ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ. Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνούμενοι ἀνῃρέθησαν. Ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος, καὶ τοῦ Παλλαδίου εὑρεθέντος, κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος.

---

PHANODEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1583.tlg003.local002/.
