# Fragmenta 1-7

Pherecrates, Fragmenta, 1 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecrates-comic/fragmenta-3/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pherecrates-comic/fragmenta-3/1

ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ᾽ ἡμιμέδμν᾽, ἐὰν βιάζωμαι. B. μόλις; ὡς ὀλιγώσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μακρὰς τριήρους σιτία. λουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ᾽ ἐν τῷ μύρῳ λαλεῖτε περὶ σιυνμβρίων κοσμοσανδάλων τε. δῖφροι διωχεῖς ἐν Φερεκράτους Ἀγαθοῖς εἰρημένοι, οἷονεὶ οἱ δύο ὀχῶντες. Pollux 10, 47. Hesych. διωχή· δίφρος ὁ δυνάμενος δύο χωρεῖν. ubi cf. Schmidt. ἰσχαδοποῦλοι καὶ ἰσχαδωνῶν Φερεκράτης ἐν τοῖς Ἀγαθοῖς ἔφη. Pollux 7, 198. ἢ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ τάν, ὅταν οὕτοί σε κατορύττωσιν. B. οὐ δήτ'· ἀλλ' ἐγὼ τούτους πρότερον· οὕτοι δὲ μακαριοῦσ' ἐμέ. καίτοι πόθεν ληνούς τοσαύτας λήψομαι; κατὰ χειρὸς ἥν τὰ πράγματ' ἐνθυμουμένω· νῦν δ' ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν, καὶ κατὰ μίτον τὰ πράγματ' ἐκλογίζομαι. φέφ' ἴδω, κιθαρωδὸς τίς κάκιστος ἔρενετο; B. ὁ Πεισίου Μέλης. A. μετὰ δὲ Μέλητα τίς; B. ἐχ' ἀτρέμ', ἐγώδα, Χαῖρις. μὴ θαυμάσῃς· τῶν γὰρ προτενθῶν ἔσμεν· ἀλλ’ οὐχ οἶσθα σύ. Athenaeus 4, 171d μνημονεύει αὐτῶν (τῶν προτενθῶν) καὶ Φερεκράτης ἐν Ἀγρίοις. cf. Aristoph. Nub. 1198 cum interpr.

---

Pherecrates Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002719.
