# Fragmenta 153

Pherecrates, Fragmenta, 153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecrates-comic/fragmenta-3/153
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pherecrates-comic/fragmenta-3/153

ἡμῶν δ᾽ ἦν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἄχθόμεθ᾽ ἦν ἔλθῃ καὶ ὑποβλέπομεν παρόντα, χῶτι τάχιστα θύρας᾽ ἐξελθεῖν βουλόμεθ᾽ αὐτόν. εἶτα γνοὺς πῶς τοῦθ᾽ ὑποδεῖται, κἀτά τις εἶπεν τῶν ξυμπινόντων, ἥδη σύ; τί οὐχ᾽ ὑποπίνεις; οὐχ᾽ ὑπολύσεις αὐτόν; ὁ δ᾽ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ᾽ ἔλεγεια· ᾿μηδένα μήτ᾽ ἀέκοντα μένειν κατέφυκε παρ᾽ ἡμῖν μήθ᾽ εὐδοντ᾽ ἐπέρχειε, Σιμωνίδη᾿· οὐ γὰρ ἐπ᾽ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; Athenaeus 8, 364b νῦν δὲ τούτων μὲν οὐδ᾽ ὅλως μέμνηνται, τὰ δὲ ἐξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἡσίων [καὶ μεγάλων Ἔργων] παρῴδηται· ἡμῶν κτλ. 3. χῶτι Dindorf.] χ᾽ ὅτι. χ᾽ ὅτι B. θύρας᾽ Cobet. N. 1. 151] θύρας. 9. ἐπ᾽] ἐν Meinek.

---

Pherecrates Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002719.
