# Fragmenta 1-5

Pherecydes, Fragmenta, 1 to 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/1

Ὑσία, πόλις Βοιωτίας. ... Ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. Φερεκύδης φησὶν, ὅτι Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ, καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων. Ὠρίωνα Ἄρτεμις ἀπέκτεινεν ἐν Δήλῳ· τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ σῶμα· Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης λέγει. Συγκυνηγῶν δὲ οὗτος (Orion) Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. Ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε· Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. Διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρ ̓ Εὐφορίωνι. Φερεκύδης δέ φησιν, ὅτι Ζεὺς Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς, ὦσεν αὐτὴν εἰς τὴν γῆν ἤδη κύουσαν, δεδιὼς τὴν τῆς Ἥρας ζηλοτπίαν. Ἐκείνης δὲ τεθνηκυίας, ἡ γῆ ἀνέδωκε Τιτυόν. Καὶ διὰ τοῦτο γηγενὴς ἐκλήθη. Ὅτι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε τοξευθεὶς (ὁ Τιτυὸς), Φερεκύδης φησίν. Ἐπάγει δὲ καὶ αὐτὸς, ὅτι τοξευθεὶς ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ φονευθεὶς, παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἂν [μή] τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
