# Fragmenta 103

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/103

Φερεκύδης· Αἴτωνος (υἱὸς Ἰξίων). Φησὶ δὲ ὡς γαμήσας Δίαν τὴν Ἠϊονέως θυγατέρα, πολλὰ ὑπέσχετο δώσειν δῶρα (cod. Paris. ἕδνα). Ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως, βέρεθρον ποιήσας καὶ πυρακτώσας σκεπάζει αὐτὸ λεπτοῖς ξύλοις καὶ κόνει λεπτῇ. Ἐμπεσὼν δὲ ὁ Ἡϊονεὺς ἀπόλλυται. Λύσσα δὲ τῷ Ἰξίονι ἐνέπεσε διὰ τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι οὔτε θεῶν οὔτε ἀνθρώπων. Πρῶτος γὰρ ἐμφύλιον ἄνδρα ἀπέκτεινεν. Ἐλεήσας δὲ αὐτὸν ὁ Ζεὺς ἁγνίζει, καὶ ἁγνισθεὶς ἠράσθη τῆς Ἥρας. Ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥρᾳ, παρακοιμίζει αὐτῷ. Καὶ ὕστερον ποιήσας τετράκνημον τροχὸν, καὶ δεσμεύσας αὐτὸν, τιμωρεῖται.—

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
