# Fragmenta 111

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/111

Ταύτης (τῆς Ἰωνικῆς παραλίας) φησὶ Φερεκύδης Μίλητον μὲν, καὶ Μυοῦντα, καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον, Κᾶρας ἔχειν πρότερον· τὴν δ ̓ ἑξῆς παραλίαν μέχρι Φωκαίας, καὶ Χίου, καὶ Σάμου, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας· ἐκβληθῆναι δ ̓ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων, καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν. Ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ βασιλέως Ἀθηνῶν· γενέσθαι τοῦτον Ἐφέσου κτίστην.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
