# Fragmenta 113

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/113

Φασὶ καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον, πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων, μῦν, βάτραχον, ὄρνιθα, ὀϊστὸν, ἄροτρον. Ἀπορίας δὲ οὔσης, οἵας εἰκὸς, ἐπὶ τούτοις, Ὀροντοπάγας μὲν ὁ χιλίαρχος ἔλεγεν, παραδώσειν αὐτοὺς τὴν ἀρχήν· τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς, τὰς οἰκήσεις· ἀπὸ δὲ τοῦ βατράχου, τὰ ὕδατα· τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος· καὶ ἀπὸ τοῦ ὀϊστοῦ, τὰ ὅπλα· ἀπὸ δὲ τοῦ ἀρότρου, τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσεν· ἔφασκε γὰρ, ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν, ἢ ὡς μύες κατὰ τῆς γῆς, ἢ ὡς οἱ βάτραχοι καθ ̓ ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη· τῆς γὰρ χώρας οὐκ ἐσμὲν κύριοι. Ἀνάχαρσίν τε τὸν Σκύθην φησὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν, τῇ μὲν λαιᾷ, τὰ αἰδοῖα· τῇ δεξιᾷ δὲ, τὸ στόμα· αἰνιττόμενον, δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
