# Fragmenta 114-119

Pherecydes, Fragmenta, 114 to 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/114

Ἄρυπες, Φερεκύδης, ἀντὶ τοῦ Ῥύπες. Πρόδηλον τὸ εἰρημένον. Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί. Κατὰ πλεονασμὸν τοῦ α, Ἄρυπες. Ἀλάστωρ ὁ Ζεὺς, ἐπὶ τῶν χαλεπόν τι πρασσόντων· παρηκτικὴ δὲ ἡ εὐθεῖα παρὰ τὴν ἀλάστορος γενικήν. ... καὶ Φερεκύδης· «Ὁ Ζεὺς δὲ Ἱκεσιος καὶ Ἀλάστορος καλεῖται.» Αἰγαῖος γὰρ οὗτος ὁ θεὸς (Neptunus) προσαγορεύεται, ὥς φησι Φερεκύδης. Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Φρίξα, πόλις. Ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμπίας ἀπέχουσα στάδια λ'. Φερεκύδης δὲ Ἀρκαδία αὐτὴν γράφει. Φερεκύδης Ἀθηναῖος τὸ μὲν ἐύκτιτον, κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἶπυ, ἐπίθετον. Σπανιωτέρα ἐστὶν ἡ εἰς α (αἰτιατικὴ) οἷον τὸν βόα· εὑρέθη δὲ σπανίως παρὰ Φερεκύδει τῷ Ἀθηναίῳ.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
