# Fragmenta 119

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/119

Βοηδρομιὼν, μὴν παρὰ Ἀθηναίοις εἴρηται· ὅτι ἐν αὐτῷ ἐτιμᾶτο Βοηδρόμιος Ἀπόλλων. Τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθηναίοις καὶ Ἐλευσινίοις, συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν, ἐνίκησαν οἱ Ἀθηναῖοι. Ἀπὸ οὖν τῆς τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ τε Ἀπόλλων Βοηδρόμιος ἐκλήθη. Καὶ ἡ θυσία, καὶ ὁ μήν. Καὶ τὰ Βοηδρόμια ἐτελεῖτο ἑορτή. Φερεκύδης δὲ ἐν τοῖς Αὐτόχθοσι, διὰ τῆς φωνῆς σημεῖον, ἣν τὸ πρότερον ἀξύνετον οὖσαν εὗρε καὶ διήρθρωσεν.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
