# Fragmenta 24

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/24

Μελάμπους ὁ Ἀμυθάονος παῖς, πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντικῆς τεράστια ἐποίει, οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος ἐνδοξότατος ἆθλος ἐγένετο. Τῶν γὰρ Προίτου θυγατέρων, τοῦ βασιλέως τῶν Ἀργείων, Λυσίππης καὶ Ἰφιανάσσης, διὰ τὴν ἀκμαιότητος (Buttm. Τὴν ἐκ νεότητος) ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν· παραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεὼν, ἔσκωπτον αὐτὸν (Barnes. αὐτὴν), λέγουσαι πλουσιώτερον μᾶλλον εἶναι τὸν τοῦ πατρὸς οἶκον. Καὶ διὰ τοῦτο μάντις ὢν παραγενόμενος ὁ Μελάμπους, ὑπέσχετο πάσας (Buttm. Reponi jubet πάντως) θεραπεύειν, εἰ λάβοι κατάξιον τῆς θεραπείας μισθόν. Ἤδη γὰρ ἡ νόσος δεκαετὴς, καὶ ὀδύνην φέρουσα οὐ μένον αὐταῖς ταῖς (articulum omisit Buttm.) κόραις, ἀλλὰ καὶ τοῖς γεγεννηκόσιν. Ἐπαγγειλαμένου δὲ τοῦ Προίτου τῷ Μελάμποδι καὶ μέρος τῆς βασιλείας, καὶ μίαν τῶν θυγατέρων ἣν ἂν θέλοι (Buttm. ἐθέλοι) εἰς γάμον δώσειν, ἰάσατο τὴν νόσον ὁ Μελάμπους, διά τε ἱκεσιῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος, καὶ λαμβάνει πρὸς γάμον Ἰφιάνασσαν, ἕδνον αὐτὴν τῶν ἰατρειῶν καρπωσάμενος. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
