# Fragmenta 26-2

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/26-2

Ἐν δὲ τοῖς ἑξῆς καὶ περὶ τοῦ θανάτου προστίθησι Φερεκύδης τοῦ Ἀκρισίου, ὅτι μετὰ τὴν ἀπολίθωσιν Πολυδέκτου τῷ (lege καὶ τῶν. Cod. Paris. μετὰ τὸ ἀπολιθωθῆναι Πολυδέκτην καὶ τοὺς) σὺν αὐτῷ ἐκ τῆς κεφαλῆς τῆς Γοργόνος ἐν Σερίφῳ (Phav. Μετὰ τὴν ἐν Σερίφῳ ἀπολίθωσιν Πολυδέκτου τοῦ σὺν αὐτῷ τὴν ἐκ τῆς Γοργόνης [leg. Γοργόνος] κεφαλῆς), Δίκτυν μὲν Περσεὺς ἀπολείπει (cod. Paris. Καταλείπει) ἐν τῇ Σερίφῳ βασιλεύειν τῶν λελειμμένων Σεριφίων, αὐτὸς δὲ ἔβη πλέων (ita e Phav. Legendum pro πλέον. Cod. Paris. habet ἀποπλεῖ) εἰς Ἄργος σὺν τοῖς Κύκλωψι, καὶ τῇ Δανάῃ, καὶ τῇ Ἀνδρομέδᾳ. Καὶ ἐλθὼν, Ἀκρίσιον οὐχ εὑρίσκει ἐν Ἄργει· ὑπεχώρει γὰρ αὐτὸν δείσας εἰς τοὺς Πελασγοὺς, εἰς Λάρισσαν (cod. Paris. ἦν γὰρ διὰ τὸν Περσέως φόβον προαπελθὼν εἰς Λάρισσαν τὴν Πελασγικήν). Μὴ καταλαβὼν δὲ αὐτὸν, τὴν μὲν Δανάην καταλείπει (cod. Paris. ἀφίησι) παρὰ τῇ μητρὶ Εὐρυδίκῃ, καὶ τὴν Ἀνδρομέδαν, καὶ τοῦς Κύκλωπας· αὐτὸς δὲ ἔβη εἰς Λάρισσαν. Καὶ ἀφικόμενος, Ἀκρίσιον ἀναγνωρίζει, καὶ σὺν αὐτῷ ἕπεσθαι (cod. Paris. ἐπελθεῖν) εἰς Ἄργος πείθει. Καὶ ὅτε δὴ ἔμελλον ἰέναι, συντυγχάνει ἀγῶνι νέων ἐν τῇ Λαρίασῃ. Καὶ ὁ Περσεὺς ἀποδύεται εἰς τὸν ἀγῶνα, καὶ λαβὼν τὸν δίσκον, δισκεύει· τὸ δὲ (cod. Paris. γὰρ) πένταθλον οὔπω ἦν, ἀλλ ̓ ἰδίᾳ ἔνα ἕκαστον τῶν ἄθλων ἤθλουν· ὁ δὲ δίσκος τροχαλισθεὶς ἐπὶ τὸν πόδα τοῦ Ἀκρισίου, τιτρώσκει αὐτόν· καμὼν δὲ ἐκ τούτου Ἀκρίσιος, ἀποθνήσκει αὐτοῦ ἐν Λαρίσσῃ. Καὶ αὐτὸν κατατίθεται Περσεὺς καὶ οἱ Λαρισσαῖοι, πρόσθεν τῆς πόλεως, καὶ αὐτοῦ (Phav. αὐτῷ) ποιοῦσιν ἡρῷον οἱ ἐπιχώριοι· Περσεὺς δὲ ἀναχωρεῖ τοῦ Ἄργους (cod. Paris. ἀνεχώρησεν εἰς Ἄργος).

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
