Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 26.1
Not analysed yet
Περσέως ἐν Σερίφῳ μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτοϊ καὶ ἡβήσαντος (cod. Paris. addit ἤδη), Πολυδέκτης ὁ Δίκτυος ὁμομήτριος ἀδελφὸς, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν την Δανάην, ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμηθῆναι (cod. Paris. συγγενέσθαι αὐτῇ). Καὶ παρασκευάσας ἄριστον, ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν Περσέα. Περσέως δὲ πυθομένου, ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φήσαντος, Ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν, Ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. Μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν ἵππον ἀπεκόμιζον, καὶ Περσεύς. Ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπόσχεσιν· ἐὰν δὲ μὴν κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. Ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται, ὀλοφυρόμενος τὴν συμφορὰν, εἰς τὸ ἔσχατον τῆς νήσου. Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς (cod. Paris. ἐντυχὼν), καὶ πεῦσιν αὐτῷ προσαγαγὼν, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου (cod. Paris. τῆς λύπης, omisso verbo proximo ἡγεῖται, et particula καὶ ante πρῶτον), Ὁ δὲ ἡγεῖται, θαῤῥεῖν εἰπών. Καὶ πρῶτον μὲν ἡγεῖτο αὐτῷ πρὸς τὰς τοῦ Φόρκου Γραίας, Πεμφρηδὼ (cod. Paris. Πεφριδὼ) καὶ Ἐντὼ καὶ Ἰαινὼ, Ἀθηνᾶς φρασάσης. Καὶ αὐτῶν μὲν ὑφαιρεῖται (cod. Paris. ἀφαιρεῖται) τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα, ὀρεγουσῶν ἀλλήλαις (cod. Paris. ὃν ἐκ διαδοχῆς ἀλλήλαις ὤρεγον). Αἱ δὲ, αἰσθανόμεναι, βοῶσι καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι. Ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. Ὁ δὲ Περσεὺς αὐτὸν ἔχειν ἔφη, καὶ ἀποδώσειν, ἐὰν αὐτῷ ὑποδείξωσι τὰς νύμφας αἳ ἔχουσι τὴν Ἄϊδος κυνῆν, καὶ τὰ πέδιλα τὰ ὑπόπτερα, καὶ τὴν κίβησιν. (κίβισιν scrib. Cum Valckenario) Αἱ δὲ αὐτῷ φράζουσι. Καὶ ὁ Περσεὺς ἀποδίδωσι. Καὶ ἀπελθὼν πρὸς τὰς νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβὼν ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα, καὶ τὴν κίβησιν περιβάλλει. (cod. Paris. melius περιβάλλεται, et τοὺς ὤμους) κατὰ τῶν ὤμων, καὶ τὴν Ἄϊδος κυνῆν τῇ κεφαλῇ περιτίθησιν. Εἶτα ἔρχεται πετόμενος κατὰ (cod. Paris. εἰς) τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας, συνεπομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθήνας. Ταύτας δὲ κοιμωμένας εὑρίσκει. Ὑποτίθενται δὲ αὐτῷ οὗτοι οἱ θεοὶ, ὅπως χρὴ τὴν κεφαλὴν (cod. Paris. addit τῆς Γοργόνος) ἀποτεμεῖν ἀπεστραμμένον (cod. Paris. ἀπεστρ. δὴ κάτοπτρον ἔχοντα, ὅπερ ἔλαβε παρὰ τῆς Ἀθηνᾶς· ubi Schaefero auctore legendum est ἀπεστρ. δηλονότι, καὶ κάτοπτρον ἔχ.) ,καὶ δεικνύουσιν ἐν τῷ κατόπτρῳ τὴν Μέδουσαν, ἣ μόνην ἦν θνητὴ τῶν Γοργόνων. Ὁ δὲ, πλησίον γενόμενος, ἀποτέμνει τῇ ἅρπῃ τὴν κεφαλὴν, καὶ ἐνθεὶς εἰς τὴν κίβησιν φεύγει. Αἱ δὲ αἰσθόμεναι (cod. Paris. βοῶσι. Leg. Βοῶσαι) διώκουσιν· οὐχ ὁρῶσι μέντοι αὐτὸν, διὰ τὴν Ἄϊδος κυνῆν. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος, ἔρχεται παρὰ Πολυδέκτην, καὶ κελεύει συναθροῖσαι τὸν λαὸν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλὴν, εἰδὼς ὅτι ἰδόντες ἀπολιθωθήσονται. Ὁ δὲ Πολυδέκτης, ἀολλίσας τὸν ὄχλον, κελεύει αὐτὸν δεικνύειν. Ὁ δὲ ἀποστρεφόμενος ἐξαίρει ἐκ τῆς κιβήσεως, καὶ δείκνυσιν. Οἱ δὲ ἰδόντες, λίθοι ἐγένοντο. Ἡ δὲ Ἀθηνᾶ παρὰ Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυτῆς αἰγίδα· τὴν δὲ κίβησιν Ἑρμῇ ἀποδίδωσι, καὶ τὰ πέδιλα καὶ τὴν κυνῆν ταῖς Νύμφαις. Ἱστορεῖ Φερεκύδης ἐν τῇ δευτέρᾳ.