# Fragmenta 26

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/26

Φερεκύδης ἐν δωδεκάτῳ (Phav. Et Eud. δωδεκάτῃ) ἱστορεῖ, ὡς Ἀκρίασιος γαμεῖ Εὐρυδίκην τὴν Λακεδαίμονος· τῶν δὲ γίνεται Δανάη· χρωμένῳ δὲ αὐτῷ (τῷ Ἀπόλλωνι temere addit cod. Paris.) περὶ ἄρσενος παιδὸς, ἔχρησεν ὁ θεὸς ἐν Πυθοῖ, ὅτι αὐτῷ μὲν οὐκ ἔσται παῖς ἄρσην, ἐκ δὲ τῆς θυγατρός· πρὸς οὗ αὐτὸν δεῖ ἀπολέσθαι. Ὁ δὲ ἐπανελθὼν (Phav. παρελθὼν) εἰς Ἄργος, θάλαμον ποιεῖ χαλκοῦν ἐν τῇ αὐλῇ τῆς οἰκίας κατὰ γῆς, ἔνθα τὴν Δανάην εἰσάγει μετὰ τῆς τροφοῦ, ἐν ᾧ αὐτὴν ἐφύλασσεν, ὅπως ἐξ αὐτῆς παῖς μὴ γένηται. Ἐρασθεὶς δὲ Ζεὺς τῆς παιδὸς, ἐκ τοῦ ὀρόφου χρυσῷ παραπλήσιος ῥεῖ· ἡ δὲ ὑποδέχεται τῷ κόλπῳ· καὶ ἐκφήνας αὑτὸν ὁ Ζεὺς τῇ παιδὶ μίγνυται· τῶν δὲ γίνεται Περσεὺς, καὶ ἐκτρέφει αὐτὸν ἡ Δανάη καὶ ἡ τροφὸς, κρύπτουσαι (Phav. κρύπτουσα) Ἀκρίσιον (melius, ut videtur, cod. Paris. κρύφα Ἀκρισίου). Ὅτε δὲ Περσεὺς τριέτης ἢ τετραέτης ἐγένετο, ἤκουσεν αὐτοῦ τῆς φωνῆς παίζοντος· καὶ διὰ τῶν θεραπόντων μετακαλεσάμενος τὴν Δανάην σὺν τῇ τροφῷ, τὴν μὲν ἀναιρεῖ, Δανάην δὲ κατάγει σὺν τῷ παιδὶ ἐπὶ τὸν ὑπὸ τοῦ ἑρκίου Διὸς βωμόν. Μόνος (cod. Paris. μόνον) δὲ αὐτὴν ἐρωτᾷ, πόθεν εἴη αὐτῇ γεγονὼς ὁ παῖς. Ἡ δὲ ἔφη· Ἐκ Διός. Ὁ δὲ οὐ πείθεται, ἀλλ ̓ εἰς λάρνακα ἐμβιβάζει (cod. Paris. ἐμβάλλει) αὐτὴν μετὰ τοῦ παιδός· καὶ κλείσας καταποντοῖ. Καὶ φερόμενοι ἀφικνοῦνται εἰς Σέριφον τὴν νῆσον. Καὶ αὐτοὺς ἐξέλκει Δίκτυς ὁ Περισθένους, δικτύῳ ἁλιεύων. Εἶτα ἡ Δανάης ἀνοῖξαι ἱκετεύει τὴν λάρνακα. Ὁ δὲ ἀνοίξας, καὶ μαθὼν οἵτινές εἰσιν, ἄγει εἰς τὸν οἶκον, καὶ τρέφει ὡς ἂν συγγενεῖς αὐτοῦ ὄντας (cod. Paris. καθάπερ συγγενεῖς).

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
