# Fragmenta 27-2-32

Pherecydes, Fragmenta, 27 to 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/27-2

Ἀρχαιότατόν ἐστι ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ, ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ. Φερεκύδης δέ φησιν Ἀμφιτρύωνα, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκείνου, τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ, τοῦ μὲν Ἰφικλέους φυγόντος, τοῦ δὲ Ἡρακλέους ὑποστάντος, μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται. Εἰσὶν οἱ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις φασὶν, ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διὸς, ὡς Φερεκύδης φησὶν, ἐνιαυσίοις οὖσιν ἤδη. Καὶ ὁ μὲν Ἰφικλῆς, φεύγει· ὁ δὲ, ἐπὶ τῆς εὐνῆς μείνας, ἀμφοτέρους ἀπέπνιξεν. Φερεκύδης ἐν τῇ β', ἐκ Λαοφόντης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν Θεσπίῳ γενέσθαι φησίν. Ὅτι δὲ Γλαύκου ἐστὶ καὶ Ἀλθαίας, αἰνίττεται λέγων, Τοὺς τέκε θυγάτηρ Γλαύκῳ μάκαιρα. Φασὶ τὸν μὲν Πολυδεύκη, Διός· τὸν δὲ Κάστορα, Τυνδάρεω. Περὶ τοῦ ἀριθμοῦ (τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων) διαλλάττουσι .... Φερεκύδης ἐν δευτέρῳ, Ἀντίμαχον, Κλύμενον, Γλῆνον, Θηρίμαχον, Κρεοντιάδην· λέγων αὐτοὺς εἰς τὸ πῦρ ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι. Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμφιβίαν· Ἡσίοδος δὲ Ἀρτιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται. Ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι· καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. ... Θήλειαν δὲ εἶπε (Pindarus) καὶ χρυσόκερων ἀπὸ Ἰστρίας. Ὁ γὰρ Θησηίδα γράψας τοιαύτην αὐτὴν λέγει, καὶ Πείσανδρος ὁ Καμεςρεὺς, καὶ Φερεκύδης. Ἡ Λέρνηκατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον. ... Φερεκύδης δὲ καὶ πόλιν φησίν. Φερεκύδης δέ φησιν, οὐ γυναῖκας, ἀλλ ̓ ὄρνιθας εἶναι, καὶ ἀναιρεθῆναι πρὸς Ἡρακλέους, πλαταγῆς δοθείσης αὐτῷ πρὸς τὸ κτυπεῖν καὶ ἐκφοβεῖν αὐτάς.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
