# Fragmenta 27

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/27

Τηλεβόαι στρατεύσαντες, κτείνουσι τὸν Ἠλεκτρύωνος παῖδα περὶ θερμμάτων ἀγωνιζόμενον. Καὶ Ἀμφιτρύων ἀποκτείνας ἀκουσίως Ἠλεκτρύωνα, φεύγει εἰς Θήβας. Ἀλκμήνη δὲ Ἠλεκτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι, πρὶν τίσαιτο τοὺς Τηλεβόας ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. Ὑπισχνεῖται δὲ τοῦτο Ἀμφιτρύων, καὶ αὐτὴν εἰς Θήβας μεταγαγὼν πορεύεται ἐπὶ Τηλεβόας. Ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος οἰκίαν, ἔχων καρχήσιον, ἐοικὼς Ἀμφιτρύωνι. Ἡ δὲ Ἀλκμήνη δοκοῦσα τὸν ἑαυτῆς ἀσπαστὸν εἶναι, πυνθάνεται περὶ τῶν Τηλεβοῶν, εἰ κατέκτεινεν αὐτούς. Ὁ δὲ Ζεὺς λέγων αὐτῇ πάντα ὅσα ἐγένετο, δίδωσι καὶ τὸ καρχήσιον, φάμενος ἀριστήσας εἰληφέναι παρὰ τῶν στρατιωτῶν. Ἡ δὲ ἀσμένως ἀποτίθησιν. Ἔπειτα αὐτῇ συνευνασθεὶς Ζεὺς ἀπέρχεται, καὶ τῇ αὐτῇ παραγενόμενος, νυκτὶ Ἀμφιτρύων μίσγεται. Καὶ γεννᾷ Ἀλκμήνη ἐκ μὲν Διὸς Ἡρακλέα, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
