# Fragmenta 33a-33g

Pherecydes, Fragmenta, 33a to 33g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/33a

Φερεκύδης φησὶν, ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διὸς, φερόντων αὐτῷ τῶν θεῶν δῶρα, τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἥραν θαυμάσαι, καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαντι. Ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων, κατέστησε φύλακα τὸν ὄφιν, ὑπερμεγέθη ἄντα. Φερεκύδης Διὸς καὶ Θέμιδος φησὶν αὐτάς (τὰς Ἑσπερίδας). Ἔνιοι φασὶν, ὅτι ὁ ἀπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος, Ἰρασσεὺς ἦν, ἀπὸ Ἰράσσων (vulgo Ἰρασσῶν) τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὥς φησι Φερεκύδης. Πολέμων ὁ Ἡρακλῆς, διὰ τὸ καταπαλαῖσαι Ἀνταῖον. Φερεκύδης λέγει, ὅτι μετὰ τὸ καταπαλαῖσαι αὐτὸν Ἀνταῖον καὶ ἀποκτεῖναι, συνηλθε τῇ γυναικὶ αὐτοῦ Ἰφινόῃ, καὶ ἐγέννησε Πολέμωνα. Φερεκύδης φησὶ, μετὰ τὸ καταπαλαῖσαι αὐτὸν τὸν Ἀνταῖον τὸν Λίβυν, τὸν Ποσειδῶνος, ἑξηκοντάπηχυν ὄντα, καὶ κατεάξαι (οὗ καὶ τὰ ὀστᾶ πρὸς Ὀλυμπίαν ἠνέχθη, ὡς μὴ ἀπιστοῖτο), ἐμίγη τῇ τοῦ ῥηθέντος Ἀνταίου γυναικὶ Ἰφινόῃ, καὶ ἐξ αὐτῆς παῖδα γεννᾷ Παλαίμονα. Ἠμαθίωνα, ἀφ ̓ οὗ ἡ Μακεδονία Ἠμαθίη. Φησὶ δὲ Φερεκύδης, ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι τὸν Ἠμαθίωνα, ἀλλ ̓ ἀπιόντος ἐπὶ τὰ χρύσεα μῆλα.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
