# Fragmenta 33h

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/33h

Φερεκύδης ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν, προειπὼν περὶ τοῦ Ὠκεανοῦ, ἐπιφέρει· «Ὁ δ ̓ Ἡρακλῆς ἕλκεται ἐπ ̓ αὐτὸν τὸ τόξον ὡς βαλὼν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει. Ὁ δὲ δείσας παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον, ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ὠκεανοῦ τὴν νύκτα πρὸς ἕω, ἡνίκ ̓ ἀνίσχει ὁ ἥλιος. Ἔπειτα πορεύεται ὁ Ἡρακλῆς ἐν τῷ δέπαῖ τούτῳ ἐς τὴν Ἐρύθειαν. (Καὶ) ὅτε δὲ ἦν ἐν τῷ πελάγει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος· ὁ δὲ τοξεύειν αὐτὸν μέλλει· καὶ αὐτὸν δείσας Ὠκεανὸς παύσασθαι κελεύει.»

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
