# Fragmenta 39

Pherecydes, Fragmenta, Dfhg-Source dfhg1_PHERECYDES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/39

Ἱστορεῖ Φερεκύδης. Μετὰ τὸν Ἡρακλέους ἐξ ἀνθρώπων ἀφανισμὸν, Εὐρυσθεὺς ἐξελάσας αὐτοὺς τῆς πατρίδος, αὐτὸς ἐβασίλευεν· οἱ δὲ Ἡρακλεῖδαι καταφυγόντες πρὸς Δημοφῶντα τὸν Θησέως, ᾤκησαν τὴν τετράπολιν τῆς Ἀττικῆς. Εὐρυσθεὺς δὲ πέμψας ἄγγελον εἰς Ἀθήνας, πόλεμον προέλεγεν τοῖς Ἀθηναίοις, εἰ μὴ τοὺς Ἡρακλείδας ἐξελάσωσιν. Οἱ μὲν οὖν Ἀθηναῖοι τὸν πόλεμον οὐκ ἀπολέγονται, Εὐρυσθεὺς δ ̓ ἐνέβαλε εἰς τὴν Ἀττικὴν, καὶ παραταξάμενος αὐτὸς μὲν ἀποθνήσκει μαχόμενος, ἡ δὲ πληθὺς ἐτράπη τῶν Ἀργείων· Ὕλλος δὲ καὶ οἱ ἄλλοι Ἡρακλεῖδαι καὶ οἱ σὺν αὐτοῖς ἀποθανόντος Εὐρυσθέως κατοικίζονται πάλιν ἐν Θήβαις· ἐν δὲ τούτῳ καὶ Ἀλκμήνη κατὰ γῆρας ἀποθνήσκει, καὶ αὐτὴν ἐξεκόμισαν Ἡρακλεῖδαι. ᾬκουν δὲ παρὰ τὰς Ἠλέκτρας πύλας, ὅθιπερ καὶ Ἡρακλῆς ἐν τῇ ἀγορᾷ. Ζεὺς δὲ Ἑρμῆν πέμπει, κελεύων Ἀλκμήνην ἐκκλέψαι, καὶ ἀπενεγκεῖν εἰς μακάρων νήσους, καὶ δοῦναι Ῥαδαμάνθυϊ γυναῖκα· Ἑρμῆς δὲ πεισθεὶς Ἀλκμήνην ἐκκλέπτει. Λίθον δ ̓ ἀντ ̓ αὐτῆς ἐντίθησιν εἰς τὴν σορόν· οἱ δ ̓ Ἡρακλεῖδαι ἐπεὶ τὴν λάρνακα φέροντες ἐβαρύνοντο, κατατίθενται· καὶ ἀποκαλύψαντες εὗρον ἀντὶ τῆς Ἀλκμήνης λίθον, καὶ αὐτὸν ἐξελόντες, ἔστησαν ἐν τῷ ἄλσει, ὅθιπέρ ἐστιν τὸ ἡρῷον τὸ τῆς Ἀλκμήνης ἐν Θήβαις.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
