# Fragmenta 40-43

Pherecydes, Fragmenta, 40 to 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pherecydes/fragmenta/40

Φερεκύδης ἐν δ' οὕτω φησίν· «Ἀγήνωρ δὲ ὁ Ποσειδῶνος γαμεῖ Δαμνὼ τὴν Βήλου. Τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει Αἴγυπτος· καὶ Μελία, ἣν ἴσχει Δαναός. Ἔπειτεν ἴσχει Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ. Τοῦ δὲ γίνεται Κάδμος.» Ἀγηνορίδης (Φίνευς)· Ἀγήνορος γὰρ παῖς ἐστιν ὡς Ἑλλάνικος· ὡς δὲ Ἡσίοδος φησὶν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. Ὁμοίως καὶ Ἀσκληπιάδης, καὶ Ἀντίμαχος καὶ Φερεκύδης φησίν. Συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ, καὶ Θάσος ὁ Ποσειδῶνος· ὡς δὲ Φερεκύδης φησὶ, Κίλικος. Ἔστι καὶ ἄλλος Δευκαλίων, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης.

---

PHERECYDES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1584.tlg003.local002/.
